Fainetai moi kynos
Jan Novák
Φαίνεταί μοι κῆνοσ ἴͅσοσ θέοισιν
ἔμμεν' ὤνηρ, ὄττισ ἐνάντιόσ τοι
ἰσδάνει καὶ πλάσιον ἆδυ φωνεί‑
σασ ὐπακούει
καὶ γελαίσασ ἰμέρσεν, τό μ' ἦ μὰν
καρδίαν ἐν στήθεσιν ἐπτόαισεν.
ὠσ γὰρ ἔσ σ' ἴδω βρόχε' ὤσ με φώνη‑
σ' οὐδὲν ἔτ' εἴκει,
ἀλλ' ἄκαν μὲν γλῶσσα μ' ἔαγε, λέπτον
β' αὔτικα χρῶι πῦρ ὐπαδεδρόμακεν,
ὀππάτεσσι δ' οὐδὲν ὄρημμ', ἐπιβρό‑
μεισι δ' ἄκουαι,
κὰδ δέ μ' ἴδρωσ κακχέεται, τρόμοσ βὲ
λαῖσαν ἄγρει, χλωροτέρα βὲ ποίασ
ἔμμι, τεθνάκην δ' ὀλίγω 'πιδεύησ
φαίνομ' ἔμ' αὔται.