Anacreons Ode concerning himselfe
H. Lawes
Λέγουσιν αἱ γυναῖκες·
«Ἀνάκρεον, γέρων εἶ,
λαβὼν ἔσοπτρον ἄθρει
κόμας μὲν οὐκ ἔτ᾽ οὔσας,
ψιλὸν δέ σευ μέτωπον.»
ἐγὼ δὲ τὰς κόμας μέν,
εἴτ᾽ εἰσὶν εἴτ᾽ ἀπῆλθον,
οὐκ οἶδα· τοῦτο δ᾽ οἶδα,
ὡς τῷ γέροντι μᾶλλον
πρέπει τὸ τερπνὰ παίζειν,
ὅσῳ πέλας τὰ Μοίρης.